Δευτέρα 31 Δεκεμβρίου 2018

Κανόνες 40-79 Κανόνες Βασιλείου Καισαρείας του Μέγα - Περίληψη Κείμενο


Κανὼν μ’ (40):
Περὶ τῆς παρὰ γνώμην τοῦ δεσπότου γημαμένης.     Ἡ παρὰ τὴν γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδοῦσα, ἐπόρνευσεν, ἡ δὲ μετὰ ταῦτα πεπαρρησιασμένῳ γάμῳ χρησαμένη, ἐγήματο. Ὥστε, ἐκεῖνο μὲν πορνεία, τοῦτο δὲ γάμος, αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον.
Κανὼν μα’:
Περὶ τῆς ἐν Κυρίῳ γαμουμένης χήρας.     Ἡ ἐν τῇ χηρείᾳ ἐξουσίαν ἔχουσα ἑαυτῆς, συνοικεῖν ἀνέγκλητος, εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοικέσιον, τοῦ ἀποστόλου εἰπόντος· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.
Κανὼν μβ’:
Περὶ τῶν ἄνευ τῶν κρατούντων γινομένων γάμων.     Οἱ ἄνευ τῶν κρατούντων γάμοι, πορνεία εἰσίν. Οὔτε οὖν πατρὸς ζῶντος, οὔτε δεσπότου, οἱ συνιόντες ἀνεύθυνοι εἰσίν, ὡς, ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τό τοῦ γάμου βέβαιον.
Κανὼν μγ’:
Περὶ τοῦ πληγὴν θανάτου δόντος.     Ὅς θανάτου πληγὴν τῷ πλησίον δέδωκε, φονεύς ἐστιν εἴτε ἦρξε τῆς πληγῆς, εἴτε ἠμύνατο.
Κανὼν μδ’:
Περὶ τῆς συμπορνευσάσης ἕλληνι διακόνου.     Ἡ διάκονος, ἡ τῷ ἕλληνι συμπορνεύσασα, οὐ δεκτή ἐστιν εἰς κοινωνίαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ἑβδόμῳ ἔτει, δηλονότι ἐν ἁγνείᾳ ζῶσα. Ὁ δὲ μετὰ τὴν πίστιν ἕλλην, πάλιν τῇ ἱεροσυλίᾳ προσιών, ἐπὶ τὸν ἔμετον ὑποστρέφει. Ἡμεῖς οὖν τῆς διακόνου τὸ σῶμα, ὡς καθιερωμένον, οὐκ ἔτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ.
Κανὼν με’:
Περὶ τοῦ ἐνυβρίζοντος Χριστιανοῦ τὸν Χριστόν.     Ἐάν τις, τὸ ὄνομα λαβὼν τοῦ Χριστιανισμοῦ, ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προσηγορίας.
Κανὼν μς’:
Περὶ τῆς γημαμένης κατ' ἄγνοιαν ἀνδρὶ καταλειφθέντι πρὸς καιρὸν ὑπὸ τῆς ἰδίας.     Ἡ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς κατὰ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. Γάμου οὖν οὐκ εἰρχθήσεται, κάλλιον δέ, ἐὰν μείνῃ οὕτως.
Κανὼν μζ’:
Περὶ τοῦ τίνας ἀναβαπτίζεσθαι χρεών.     Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧ καὶ Ναβατιανοί, ὅτι περὶ μὲν ἐκείνων κανὼν εξεφωνήθη, εἰ καὶ διάφορος, τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. Ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους. Εἰ δὲ παρ' ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλ' ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω· ὅτι, ἐπειδὴ ὥσπερ Μαρκιωνιστῶν ἐστιν αὐτοβλάστημα ἡ κατ' αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον καὶ ἀποστρεφομένων τὸν οἶνον καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. Μὴ γὰρ λεγέτωσαν, ὅτι εἰς Πατέρα καὶ Υἱόν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθη μεν, οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. ῞Ωστε, ἐὰν ἀρέσκῃ τοῦτο, δεῖ πλείονας ἐπισκόπους ἐν ταυτῷ γενέσθαι καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ, καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει.
Κανὼν μη’:
Περὶ τῆς ἐγκαταλειφθείσης ὑπὸ τοῦ οἰκείου ἀνδρός.     Ἡ δὲ ἐγκαταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει. Εἴ γὰρ ὁ Κύριος εἶπεν, ὅτι ἐάν τις καταλίπῃ τὴν γυναῖκα ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι, ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. Πῶς γὰρ δύναται ὁ μὲν ἀνὴρ ὑπεύθυνος εἶναι, ὡς μοιχείας αἴτιος, ἡ δὲ γυνὴ ἀνέγκλητος εἶναι, ἡ μοιχαλὶς παρὰ Κυρίου, διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν, προσαγορευθεῖσα;
Κανὼν μθ’:
Περὶ τῆς πρὸς ἀνάγκην τῶν γυναικῶν φθορᾶς.     Αἱ πρὸς ἀνάγκην γινόμεναι φθοραί, ἀνεύθυνοι ἔστωσαν. ῞Ωστε καὶ ἡ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ ἰδίου δεσπότου, ἀνεύθυνός ἐστιν.
Κανὼν ν’ (50):
Περὶ τριγαμίας.     Τριγαμίας νόμος οὐκ ἔστιν, ὥστε νόμῳ γάμος τρίτος οὐκ ἄγεται. Τὰ μέντοι τοιαῦτα, ὡς ῥυπάσματα τῆς ᾽Εκκλησίας ὁρῶμεν, δημοσίοις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα.
Κανὼν να’:
Περὶ τοῦ μίαν προσήκειν τιμωρίαν τοῖς παραπεσοῦσι τῶν κληρικῶν.     Τὸ κατὰ τοὺς κληρικούς, ἀδιορίστως οἱ κανόνες ἐξέθεντο, κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρίζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν, εἴτε καὶ ἀχειροθετήτῳ ὑπηρεσίᾳ προσκαρτεροῖεν.
Κανὼν νβ’:
Περὶ τῆς ἀμελησάσης καθ' ὁδὸν τοῦ κυήματος.     Ἡ τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα, εἰ μὲν δυναμένη περισώσασθαι κατεφρόνησεν, ἢ συγκαλύψειν ἐντεῦθεν τὴν ἁμαρτίαν νομίζουσα ἢ καὶ ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω· εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι καὶ δι' ἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ ἡ μήτηρ.
Κανὼν νγ’:
Περὶ χήρας δούλης, δεύτερον γημαμένης.     Ἡ χήρα δούλη, τάχα οὐ μέγα ἔπταισεν ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς. Ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή, οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλ' ἡ προαίρεσις. Δῆλον δὲ ὅτι τὸ τῆς διγαμίας μένει αὐτῇ ἐπιτίμιον.
Κανὼν νδ’:
Κατὰ τὴν περίστασιν οἱ ἀκούσιοι φόνοι παιδευέσθωσαν.     Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνων οἶδα, ἐπιστείλας τῇ θεοσεβείᾳ σου, κατὰ τὸ ἐμοὶ δυνατόν, καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι, τῆς δὲ σῆς συνέσεώς ἐστι κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπιτίμια ἢ καὶ ὑφεῖναι.
Κανὼν νε’:
Περὶ τῶν ἀντεπεξιόντων τοῖς λησταῖς.     Οἱ τοῖς λησταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες τῆς Ἐκκλησίας, εἴργονται τῆς κοινωνίας τοῦ ἀγαθοῦ, κληρικοὶ δὲ ὄντες, τοῦ βαθμοῦ καθαιροῦνται· Πᾶς γάρ, φησίν, ὁ λαβών μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται.
Κανὼν νς’:
Περὶ τοῦ ἑκουσίως φονεύσαντος.     Ὁ ἑκουσίως φονεύσας καὶ μετὰ τοῦτο μεταμεληθείς. Ἐν εἴκοσιν ἔτη ἀκοινωνητος ἔσται τοῦ ἁγιασματος, τὰ δὲ εἴκοσιν ἔτη ἀκοινώνητος οἰκονομηθήσεται ἐπ' αὐτῷ· ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει, ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι, ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν· μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τους ἀκροωμένους δεχθήσεται, ἐν πέντε ἔτεσι μετ' αὐτῶν ἐξελεύσεται· ἐν δὲ ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται· ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται· πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων.
Κανὼν νζ’:
Περὶ τοῦ ἀκουσίως φονεύσαντος.     Ὁ ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων, οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπ' αὐτῷ οὕτω· δύο μὲν ἔτη προσκλαύσει, τρία δὲ ἔτη ἐν ἀκροωμένοις διατελέσει· ἐν τέσσαρσιν ὑποπίπτων· καὶ ἐν ἐνιαυτῷ συσταθήσεται μόνον, καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται.
Κανὼν νη’:
Περὶ μοιχοῦ.     Ὁ μοιχεύσας, ἐν ιε' ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων, οἰκονομηθήσεται δὲ τὰ ιε' ἔτη ἐπ' αὐτῷ οὕτως· ἐν τέσσαρσι μὲν ἔτεσι προσκλαίων ἔσται· ἐν πέντε δὲ ἀκροώμενος· ἐν τέσσαρσιν ὑποπίπτων· ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας.
Κανὼν νθ’:
Περὶ πόρνου.     Ὁ πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· δύο προσκλαίων καὶ δύο ἀκροώμενος καὶ δύο ὑποπίπτων καὶ ἐν ἑνὶ συνεστὼς μόνον, τῷ ὀγδόῳ δὲ δεχθήσεται εἰς τὴν κοινωνίαν.
Κανὼν ξ’ (60):
Περὶ τῆς ἐπαγγειλαμένης παρθενίαν, καὶ ἐκπεσούσης.     Ἡ παρθενίαν ὁμολογήσασα καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας, τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθ' ἑαυτὴν ζωῆς πληρώσει. Τὸ αὐτὸ καὶ ἐπὶ βίον μοναζόντων ἐπαγγειλαμένων καὶ ἐκπιπτόντων.
Κανὼν ξα’:
Περὶ κλέψαντος καὶ ἤ ὁμολογήσαντος, ἤ ἐλεγθέντος.     Ὁ κλέψας, εἰ μὲν ἀφ’ ἑαυτοῦ μεταμεληθεὶς κατηγορήσει ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνης τῆς κοινωνίας τῶν ἁγιασμάτων· εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσιν, μερισθήσεται δὲ αὐτῷ ὁ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν, καὶ τότε ἀξιούσθω τῆς κοινωνίας.
Κανὼν ξβ’:
Περὶ ἀρσενοκοίτου.     Ὁ τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρρεσιν ἐπιδεικνύμενος, τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομηθήσεται.
Κανὼν ξγ’:
Περὶ κτηνοβάτου.     Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων, τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται.
Κανὼν ξδ’:
Περὶ ἐπιόρκου.     Ὁ ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστὼς μόνον, καὶ τότε τῆς κοινωνίας ἀξιούμενος.
Κανὼν ξε’:
Περὶ γόητος ἤ φαρμακοῦ.     Ὁ γοητείαν ἢ φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομουμένος, ὡς ὁ ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας.
Κανὼν ξς’:
Περὶ τυμβωρύχου.     Ὁ τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται, ἐν δυσὶ προσκλαίων, ἐν τρισὶν ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστώς, καὶ τότε δεχθησόμενος.
Κανὼν ξζ’:
Περὶ ἀδελφομίκτου.     Ἡ ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται.
Κανὼν ξη’:
Περὶ ἀπειρημένου διὰ συγγένειαν συνοικεσίου.     Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώπων σύστασις, εἰ φωραθείη, ὡς ἐν ἁμαρτήμασιν ἀνθρώπων γινομένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται.
Κανὼν ξθ’:
Περὶ ἀναγνώστου τῇ μνηστῇ τῇ ἑαυτοῦ συναλλάξαντος ἤ κλεψιγαμήσαντος.     Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ τοῦ γάμου συναλλάξοιεν, ἐνιαυτὸν ἀργήσας, εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀπρόκοπος, κλεψιγαμήσας δὲ ἄνευ μνηστείας, παυθήσεται τῆς ὑπηρεσίας. Τὸ αὐτὸ καὶ ὑπηρέτης.
Κανὼν ο’ (70):
Περὶ διακόνου, ἢ πρεσβυτέρου, ἐν χείλεσι μιανθέντων.     Διάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας ἐπισχεθήσεται, τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται· τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. Εἰ δέ τι πλέον τούτου φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρήσεται.
Κανὼν οα’:
Περὶ τοῦ συνεγνωκότος τινὶ τῶν προειρημένων ἁμαρτημάτων.     Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτημάτων καὶ μὴ ὁμολογήσας, ἀλλ' ἐλεγχθεὶς καὶ τοσούτου χρόνου, εἰς ὅν ὀ ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ.
Κανὼν οβ’:
Περὶ τοῦ δόντος ἑαυτὸν μάντεσι.     Ὁ μάντεσιν ἑαυτὸν ἐπιδοὺς ἤ τισι τοιούτοις, τὸν χρόνον τῶν φονέων καὶ ἐπιτιμηθήσεται.
Κανὼν ογ’:
Περὶ τοῦ ἀρνησιχρίστου.     Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίων ὀφείλει καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ, ᾧ ἐκβαίνει τοῦ βίου, τῶν ἁγιασμάτων ἀξιούμενος, πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας.
Κανὼν οδ’:
Περὶ τῆς οἰκονομίας τοῦ πεπιστευμένου τὰς ἐξαγορείας.     Ἐὰν μέντοι ἕκαστος τῶν ἐν τοῖς προγεγραμμένοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολογούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο, τὸ ὑπερβάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τό ἐλαττῶσα. τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώσεως ἄξιος, τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν, τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν.
Κανὼν οε’:
Περὶ τοῦ ἀδελφῇ ἑτεροθαλεῖ συμμιαινομένου.     Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτραπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. Μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας, τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκὼς καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς Κύριον τὰς δεήσεις. Μετὰ δὲ τοῦτο, ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ καταξιούσθω προσευχῆς. ῎Επειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συντριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. Καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας αξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει είς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω, χωρὶς προσφορᾶς, καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας.
Κανὼν ος’:
Περὶ τοῦ τῇ νύμφῃ.     Ὁ αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων.
Κανὼν οζ':
Περὶ τοῦ καταλιμπάνοντος τὴν ἰδίαν γυναῖκα.     Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν ἀγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. Κεκανόνισται γὰρ παρὰ τῶν Πατέρων ἡμῶν, τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς, καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν.
Κανὼν οη’:
Περὶ τῶν δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον.     Ὁ αὐτὸς κρατείτω τύπος καὶ ἐπὶ τῶν δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους.
Κανὼν οθ’:
Περὶ τῶν μητρυιομίκτων.     Οἱ δὲ ταῖς μητρυιαῖς ἑαυτῶν ἐπιμαινόμενοι, τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧ καὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου